Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.192 Joseph. AJ 17.196 (English) >>Joseph. AJ 17.201

17.194ἐφανεροῦτο δʼ ἤδη θάνατος τοῦ βασιλέως, καὶ Σαλώμη καὶ Ἀλεξᾶς συναγαγόντες τὸ στρατιωτικὸν εἰς τὸ ἀμφιθέατρον τὸ ἐν Ἱεριχοῦντι πρῶτον μὲν ἐπιστολὴν ἀνέγνωσαν πρὸς τοὺς στρατιώτας γεγραμμένην ἐπὶ πίστεως εὐχαριστίᾳ καὶ εὐνοίας τῆς εἰς αὐτὸν καὶ παρακλήσει τῶν ὁμοίων παροκωχῆς Ἀρχελάῳ τῷ παιδὶ αὐτοῦ, ὃν βασιλέα καθίσταιτο. 17.195εἶτα μέντοι Πτολεμαῖος τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος τὰς διαθήκας ἀνέλεγεν, αἳ λήψεσθαι κύρωσιν οὐκ ἄλλως ἔμελλον Καίσαρος ἐντυχόντος αὐταῖς. βοὴ οὖν εὐθὺς ἦν ἐκτιμώντων Ἀρχέλαον βασιλέα, καὶ οἱ στρατιῶται κατὰ στίφη τε αὐτοὶ καὶ οἱ ἡγεμόνες εὔνοιάν τε ὑπισχνοῦνται καὶ προθυμίαν τὴν αὐτῶν καὶ συλλήπτορα τὸν θεὸν παρεκάλουν. 17.196

Ἐντεῦθεν δὲ τάφον ἡτοίμαζον τῷ βασιλεῖ μελῆσαν Ἀρχελάῳ πολυτελεστάτην γενέσθαι τὴν ἐκκομιδὴν τοῦ πατρὸς καὶ πάντα τὸν κόσμον προκομίσαντος εἰς συμπομπεύσειε τῷ νεκρῷ. 17.197ἐφέρετο δὲ ἐπὶ κλίνης χρυσέας λίθοις πολυτελέσιν καὶ ποικίλοις διαπεπασμένης, στρωμνή τε ἦν ἁλουργὴς καὶ ἠμπέσχετο πορφυρίσιν νεκρὸς διαδήματι ἠσκημένος ὑπερκειμένου στεφάνου χρυσέου σκῆπτρόν τε τῇ δεξιᾷ παρακείμενον. 17.198περί τε τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος ἦν τῶν συγγενῶν, ἐπὶ δὲ τούτοις τὸ στρατιωτικὸν κατὰ οἰκεῖα ἔθνη προσηγορίας διέκειντο αὐτοῖς νεμηθέντες, πρῶτοι μὲν οἱ δορυφόροι, μετὰ δὲ τὸ Θρᾴκιον, ἐπὶ δὲ τούτοις ὁπόσοι Γερμανῶν, καὶ τὸ Γαλατικὸν μετʼ αὐτούς, ἐν τῷ κόσμῳ πάντες τῷ πολεμιστηρίῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.192 Joseph. AJ 17.196 (English) >>Joseph. AJ 17.201

Powered by PhiloLogic